Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.255 Joseph. AJ 19.261 (English) >>Joseph. AJ 19.268

19.259οὐ μὴν διετράπησάν γε ὑπὸ τῶν λόγων, ἀλλὰ σπασάμενοι τὰς μαχαίρας καὶ τὰ σημεῖα ἀράμενοι ᾤχοντο ὡς τὸν Κλαύδιον κοινωνήσοντες τοῖς ὀμνύουσιν αὐτῷ. κατελείπετο δὲ τε σύγκλητος ἐπʼ ἐρημίας τῶν ἀμυνούντων καὶ οἱ ὕπατοι μηδὲν ἰδιωτῶν διαφέροντες. 19.260ἔκπληξίς τε καὶ κατήφεια ἦν, οὐδʼ ὅτι χρήσαιντο αὐτοῖς τῶν ἀνθρώπων εἰδότων διὰ τὸ ἀνηρεθίσθαι τὸν Κλαύδιον ἐπʼ αὐτοῖς, ἀλλήλοις τε ἐλοιδοροῦντο, καὶ μετάμελος ἦν αὐτοῖς. 19.261καὶ Σαβῖνος εἷς τῶν Γαΐου σφαγέων σφάζειν πρότερον αὑτὸν ἠπείλει παρελθὼν εἰς μέσους Κλαύδιον ἄρχοντα στήσεσθαι καὶ δουλοκρατίαν ἐπόψεσθαι καταλαβοῦσαν, τόν τε Χαιρέαν εἰς φιλοψυχίαν ἐπέπλησσεν, εἰ καταφρονήσας Γαΐου πρῶτος ἀγαθὸν ὑπολαμβάνοι τὸ ζῆν τῆς ἐλευθερίας οὐδʼ οὕτως ἀποδοθῆναι δυναμένης τῇ πατρίδι. 19.262Χαιρέας δὲ περὶ μὲν τοῦ θνήσκειν ἐνδοιαστὸν οὐδὲν φρονεῖν ἔλεγεν, βούλεσθαι μέντοι διακωδωνίζειν διάνοιαν τὴν Κλαυδίου. 19.263

Καὶ οἱ μὲν ἐν τοῖσδε ἦσαν. ἐπὶ δὲ τοῦ στρατοπέδου πανταχόθεν ὠθεῖτο κατὰ θεραπείαν. καὶ τῶν ὑπάτων ἕτερος Κόιντος Πομπώνιος διʼ αἰτίας ἦν τῷ στρατιωτικῷ μᾶλλον ὡς ἐπʼ ἐλευθερίᾳ τὴν σύγκλητον παρακαλῶν, ὥρμησάν τε σπασάμενοι τὰ ξίφη, κἂν ἐπέπρακτο αὐτοῖς μὴ Κλαυδίου διακεκωλυκότος. 19.264παρακαθίζεται δὲ αὐτῷ τὸν ὕπατον ἐξαρπάσας τοῦ κινδύνου, τῶν δὲ συγκλητικῶν ὅσον ἦν σὺν τῷ Κοΐντῳ οὐ μεθʼ ὁμοίας ἐδέχετο τιμῆς· τινὲς δὲ καὶ πληγὰς ἔλαβον αὐτῶν ἀνωθούμενοι τῆς πρὸς αὐτὸν ἐντεύξεως, Ἀπώνιος δὲ τραυματίας ἀνεχώρει, ἦν τε κίνδυνος περὶ πάντας αὐτούς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.255 Joseph. AJ 19.261 (English) >>Joseph. AJ 19.268

Powered by PhiloLogic